Ancient Greek
Fragment 3
Epicharmus Comic. et Pseudepicharmea, Fragmenta 3
Not analysed yet
[171] (14) —ἆρ’ ἔστιν αὔλησίς τι πραγμα; —πάνυ μὲν οὖν. ἄνθρωπος οὖν αὔλησίς ἔστην —οὐθαμῶς. —φέρ(ε) ἴδω, τί δ’ αὐλητάς, τίς εἶμὲν τοι δοκεῖ; ἄνθρωπος, ἢ οὐ γάρ, —πάνυ μὲν οὖν. —οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τάγαθοθ; τὸ μὲν ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ’ αὔθ’· ὅστις δὲ κα εἰδῆι μαθών τῆν(ο), ἀγαθὸς ἦδη γίγνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὃ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν. (15) Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaedon p. 96B] φησίν, εἶπερ ἔστι μνήμη, τὰς ἰδέας ἂν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ῾τίνα γὰρ ἄν τρόπον, φησί. διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώς〉 τε καὶ τροφῆς, ὁποία τίς ἐστν αὐτοὶς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἑστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται’. πῶς οὖν ὀ Ἐ. ,