Ancient Greek · ~1 min
Fragment 4
Epicharmus Comic. et Pseudepicharmea, Fragmenta 4
Not analysed yet
τὸ δὲ γαμεῖν ὅμοιόν ἐστι τῷ τρὶς ἓξ ἢ τρεῖς μόνους
ἀπὸ τύχης βαλεῖν· ἐὰν μὲν γὰρ λάβῃς τεταγμένην
τοῖς τρόποις καὶ τἄλλ' ἄλυπον, εὐτυχήσεις τῷ γάμῳ·
εἰ δὲ καὶ φιλέξοδόν τε καὶ λάλον καὶ δαφιλῆ,
οὐ γυναῖχ' ἕξεις, διὰ βίου δ' ἀτυχίαν κοσμουμέναν.