Ancient Greek
1.104.1 to 1.104.9
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 1.104.1-9
Unproofread scanNot analysed yet
ταυτὰ πάσχει ἄνθρωπος ὑπὸ παιδοτρίβου. τὴν ὑπάρχουσαν τροφὴν πῦρ ἀφαιρεῖται, ὑπὸ πνεύματος ἀναγκαζόμενον. ἀραιούμενος κόπτεται, τρίβεται, καθαίρεται. ὑδάτων δὲ ἔπαγωγῃ ἄλλοθεν ἰσχυρὸς γίνεται. καὶ οἱ γναφεῖς τοῦτο διαπρήσσονται· λακτίζουσι, κόπτουσι, ἕλκουσι· 14 λυμαινόμενοι ἰσχυρότερα ποιοῦσι· κείροντες τὰ ὑπερέχοντα καὶ παραπέχοντες καλλῶ ποιοῦσι· ταυτὰ πάσχει ἄνθρωπος. συντεῖς τὰ ὅλα κατὰ μέρη διαιροῦσι καὶ τὰ μέρη ὅλα ποιοῦσι· 15 τέμνοντες δὲ καὶ κεντέοντες τὰ σαθρὰ ὑγιᾶ ποιοῦσι. καὶ ἄνθρωπος δὲ ταυτὰ πάσχει. ἐκ τῶν ὅλων μέρη διαιρεῖται καὶ ἐκ τῶν μερῶν συντιθεμένων ὅλα γίνεται. κεντούμενοι δὲ καὶ τεμνόμενοι τὰ σαθρὰ ὑπὸ τῶν ἰητρῶν ὑγιάζονται. καὶ τόδε ἰητρικὸς· τὸ λυπεῖν ἀπαλλάσσειν καὶ ὑφ’ οὗ πονεῖ ἀφαιροῦντα ὑγιᾶ ποιεῖν. ἡ φύσις αὐτομάτῃ ταυτὰ ἐπίσταται· καθήμενος πονεῖ ἀναστῆναι, κινεόμενος πονεῖ ἀναπαύσασθαι. καὶ ἄλλα τοιαῦτα ἔχει ἡ φύσις ἰητρικὴς. 15 τέκτονες πρίοντες ὁ μὲν ὤθει ὁ δὲ ἕλκει· τὸ αὐτὸ ποιοῦντες ἀμφοτέρως. 16 [τρυπῶσι] ὁ μὲν ἕλκει ὁ δὲ ὤθει] πιέζοντων ἄνω ἕρπει, τὸ δὲ κάτω· μειῶ ποιοῦντες πλεῖω ποιοῦσι. φύσιν ἀνθρώπων μιμεῦνται· τὸ πνεῦμα τὸ μὲν ἕλκει τὸ δὲ ὤθει· τὸ αὐτὸ ποιεῖ ἀμφοτέρως· τὰ μὲν κάτω πιέζεται, τὰ δὲ ἄνω ἕρπει. ἀπὸ μιᾶς ψυχῆς διαιρεομένης πλείους καὶ μειζους καὶ μέζους καὶ ἐλάσσονες. 20 οἰκοδόμοι ἐκ διαφόρων σύμφορα ἐργάζονται· τὰ μὲν ξηρὰ ὑγραίνοντες 17 τὰ δὲ ὑγρὰ ξηραίνοντες, τὰ μὲν ὅλα διαιροῦντες, τὰ δὲ διηρημένα συντιθέντες. μὴ οὖν δὲ ἔχοντων οὐχ ἂν ἔχοι ἡμ δεῖ. δίαιταν ἀνθρώπων μιμεῦνται· τὰ μὲν ξηρὰ ὑγραίνοντες, τὰ δὲ ὑγρὰ ξηραίνοντες· τὰ μὲν ὅλα διαιροῦσι, τὰ δὲ διηρημένα συντιθέασι· ταῦτα πάντα διάφορα ἔοντα συμφέρει.