Ancient Greek
1.107.8
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 1.107.8
Unproofread scanNot analysed yet
4. IAMBL. V. P. 266 τῶν δὲ ἐξωθὲν ἀκροατῶν γενέσθαι καὶ Ἐπίχαρμον, ἀλλ’ οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν. ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν Ἴρωνος τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δ’ ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέρουσι τὰ Πυθαγόρου δόγματα. 166 περὶ τῶν ψυχῶν ὅσοι τινὰ μνείαν πεποίηται, πρῶτον Ἐμπεδοκλῆς καὶ Παρμενίδην τὸν Ἐλεάτην προφερόμενοι τυγχάνουσιν, οἱ τε γνωμολογήσαι τι τῶν κατὰ τὸν βίον βουλόμενοι τὰς Ἐπιχάρμου διανοίας προφέρουσι, καὶ σχεδὸν πάντες αὐτὰς οἱ φιλόσοφοι κατέχουσι.