Ancient Greek
2.111.8 to 2.115.7
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 2.111.8-2.115.7
Unproofread scanNot analysed yet
σώφρωνος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα]. τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγαθ’ οἱ θεοί. καὶ ἐν ἄλλῳ δὲ τόπῳ φησίν· ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκληρ’ ἔχης. πρὸς τὸς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως <οὐδὲν φρονῶν>. τῷ λόγῳ μὲν εὖ διέρχη πάντα, τῷ δ’ ἔργῳ κακῶς. φύσιν ἔχειν ἀριστὸν ἐστι, δεύτερον δὲ . οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν. μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξὺθυμον δείκνυε. ἐπιπολάζειν οὐ τι χρὴ τὸν θυμόν, ἀλλὰ τὸν νοῦν. οὐδὲ εἷς οὐδὲν μετ’ ὀργῆς κατὰ τρόπον βουλεύεται. a) Ἐπιχάρμου <ἢκιστὰ γ’ ὅσ>τις δυστυχῶν βίον τ’ ἔχων <μηδὲν καλόν> τε κάγαθὸν ψυχᾷ διδῶι, <ἔμωv μὲν αὐτό>ν οὔτι φασὼ μακάριον, <φύλακα δὲ μ>ᾶλλον χρημάτων καλῶν . b) Εὐριπίδου [fr. 198 N.] εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν ὁμοῖσι τῶν καλῶν θηράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὀλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων δυσδαίμονα. ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ. ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ. 56. [255] CLEM. Str. v 119 p. 719 P. ὁ τε κωμικὸς Ἔ. σαφῶς περὶ τοῦ λόγου ἐν τῇ ΠΟλιτείᾳ λέγει ὡδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν [δὲ] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς. 57. [256. 257] εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώζει τ' ἀεί. ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὁ δὲ γε τἀνθρώπου πέφυκεν ἀπὸ γε τοῦ θεοῦ λόγου, φέρει <πόρους ἑκάστῳ> περὶ βίου καὶ τὰς τροφὰς. 5 ὁ δὲ γε ταῖς τέχναῖς ἀπάσαις συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὕρεν, ὁ δὲ θεὸς τοπάν. ΧΙΡΩΝ. καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο. ΟΨΟΠΟΙΑ. Ἐπίχαρμον Ὀψοποιΐαι [=58? vgl. B 58a].