Ancient Greek
5
Epicrates, Fragmenta 5
Unproofread scanNot analysed yet
τί γὰρ ἔχθιον ἢ ‘παῖ παῖ‘ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτ' ἀγενείῳ μειρακυλλίῳ τινί, ἢ τὴν ἀμίδα φέρειν, ὁρᾶν τε κείμενα 5 ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ, γάστριν καλοῦσι καὶ λάμνρον ὃς ἂν φάγῃ ἡμῶν τι τούτων. Athenaeus 6, 262d Ἐπικράτης ἐν Λυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα κτλ. ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν ὁ Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους (fr. 89) μετενεγκών. om. poetae fabulaeque nomine excerpsit Eustath. 1885, 38. 2. ποτὸν A. 4. ἢ add. Porson. 7. χολᾶν Porson. χοααιν A. 8. ἡμῶν ὃς ἂν |φάγῃ Porson. —cf. Eupol. 351, 5.