Ancient Greek
Section 5
Epictetus Phil., Arriani epistula ad Lucium Gellium 5
Not analysed yet
ἐξέπεσεν εἰς ἀνθρώπους. ἀλλ' ἐμοί γε οὐ πολὺς λόγος,
εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδ'
ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ
λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ
κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα.