Ancient Greek
Fragment 21
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 21
Not analysed yet
Ἐπικτήτου. διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλʼ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ τος δʼ, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φεύγοι, φυγῆς. καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς οὐκοῦν, εἶπεν, ἐν Ἀρικίᾳ ἀριστήσομεν.