Ancient Greek
Fragment 27
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 27
Not analysed yet
τέχνην ἔφη δὲ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθʼ ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατʼ ἀξίαν, καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφʼ ἡμῖν χρῆσθαι.