Ancient Greek
Section 24
Epictetus Phil., Gnomologium Epicteteum (e Stobaei libris 3‑4) 24
Not analysed yet
24. (34). Ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνησο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιωπώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων· καὶ οὔτε αὐτὸς φλεγμήνας ἄτοπον πείσῃ οὐθʼ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ.