Ancient Greek
Section 63
Epictetus Phil., Gnomologium Epicteteum (e Stobaei libris 3‑4) 63
Not analysed yet
Τοῦ αὐτοῦ. 63. (84). Καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέφει μὲν ἐπʼ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ.