Ancient Greek
1.12 to 1.22
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-22
Not analysed yet
ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν ᾗ τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτʼ ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα. τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα; μὴ γένοιτο. ἀρκῇ οὖν αὐτοῖς; εὔχομαι δὲ τοῖς θεοῖς. νῦν δʼ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ. ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπʼ αὐτῶν καὶ καθελκόμεθα. διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς· τίς ἄνεμος πνεῖ; βορέας. τί ἡμῖν καὶ αὐτῷ; πότε ὁ ζέφυρος πνεύσει; ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον. τί οὖν; δεῖ τὰ ἐφʼ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δʼ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν ὁ θεὸς θέλῃ. ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον; τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς; οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπʼ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν. ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ἄν τί θέλω, φησίν, ἐρῶ σου τῷ κυρίῳ. τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις; τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν; ἀποθανεῖν με δεῖ· μή τι οὖν καὶ στένοντα; δεθῆναι· μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι· μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα;