Ancient Greek
1.23 to 1.32
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.23-32
Not analysed yet
εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω· τοῦτο γὰρ ἐπʼ ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδʼ ὁ Ζεὺς νικῆσαι δύναται. εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν; ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθʼ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι. Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ; διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ. —ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη (ταύτῃ δʼ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)· ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. —φυγῇ,, φησίν, ἢ θανάτῳ; —φυγῇ. —τὰ ὑπάρχοντα τί; —οὐκ ἀφῃρέθη. —εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν. —τοῦτʼ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ. εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετʼ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.