Ancient Greek
2.11 to 2.19
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.11-4-19
Not analysed yet
καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων. εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν. ἄκουε· Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος. πόθεν οἶδας; Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι; δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχολός πως παραστὰς εἴπῃ λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες· μή τι κακία ἐστὶ τὸ ναυαγῆσαι, μή τι κακίας μετέχον; οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παίζεις. ἂν δέ σε ὁ Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχριῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι; τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς; ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον κακίας; σὺ οὖν τίνα ταῦτα ἔλεγες; τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά. καὶ καλῶς λέγεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία, ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος. τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;