Ancient Greek
2.20 to 2.29
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.20-29
Not analysed yet
Τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρήσετε τίνος ἔσθʼ αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπικουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ τούτους ἐκλελυμένους. ποῦ γὰρ ἵνʼ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε; Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε. ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν; τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον. δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατʼ· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν. ἀλλʼ οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν οὐκ εἶδον. οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτʼ ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ περιπλέκειν; ),θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε. τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε; καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων; καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρʼ ἐμοὶ παιδεύεσθε. κἀγὼ μὲν ἔχω ταύτην τὴν ἐπιβολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦντας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ· ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες πάρεστε.