Ancient Greek
Book 2, πῶς συνυπάρχει μεγαλοφροσύνη καὶ ἐπιμέλεια.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.23
Not analysed yet
οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δʼ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται· ἂν δὲ διʼ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.