Ancient Greek
Book 2, πῶς συνυπάρχει μεγαλοφροσύνη καὶ ἐπιμέλεια.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.24
Not analysed yet
πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλʼ, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου· εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφʼ ἡμῶν ὑπολαβεῖν δεῖ.