Ancient Greek
Book 3, σποράδην τινά.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3-3
Not analysed yet
εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει· ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω· ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω. καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα. μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου· ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν· οὔ μοι θέμις ἔστʼ οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, πατέρʼ ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου· καὶ ἐπʼ ἀδελφῷ· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.