Ancient Greek
3.1 to 3.9
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.1-2-9
Not analysed yet
τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν· ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτʼ ὀρεγόμενος ἀποτυγχάνῃ μήτʼ ἐκκλίνων περιπίπτῃ· ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς· τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις. τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη· πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, διʼ ὧν οὐδʼ ἀκοῦσαι λόγου δυνάμεθα. δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον· οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην. τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδʼ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδʼ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. —τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν. —οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον· μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους. —δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον. —τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία; τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει.