Ancient Greek
Book 3, περὶ τίνα ἀσκεῖσθαι δεῖ τὸν προκόψοντα καὶ ὅτι τῶν κυριωτάτων ἀμελοῦμεν.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.10-2
Not analysed yet
κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα, γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δʼ ἄλλος παρὼν εἴπῃ οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι· τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δʼ οὐδέν, ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.