Ancient Greek
3.30 to 3.32
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.30-32
Not analysed yet
ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλʼ οὐδʼ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ; πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας. καὶ αὐτὸς τί λέγει; πλάζομαι ὧδε, φησίν, καὶ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει. τάλας, τί τῶν σῶν ἔχει κακῶς; ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος· τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ ὁρμῶμεν καὶ ἀφορμῶμεν. πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγει οὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι.