Ancient Greek
Book 3, περὶ Κυνισμοῦ.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.33
Not analysed yet
ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες. ἂν δʼ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ναί, ἀλλʼ οὐχʼ ὑφʼ ἓν πάντες. τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθʼ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή;