Ancient Greek
3.88 to 3.98
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.88-98
Not analysed yet
καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, τὰς ἐναντίας φαντασίας σαυτῷ πρόβαλε. τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν αὔριον ἀποθανῇ, τῷ φίλῳ ὡσαύτως αὔριον ἀποδημήσεις ἢ σὺ ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλους; —ἀλλὰ δύσφημά ἐστι ταῦτα. —καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλʼ ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά; δύσφημόν ἐστι δειλία, δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία· ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν. καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυλακῆς τῶν πραγμάτων. δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν; λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας· ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων· ἀλλʼ οὐχὶ τοῦ κόσμου. λέγε δύσφημον καὶ τὸ φυλλορροεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς. πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί· οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτʼ ἔστιν ἀποδημία, μεταβολὴ μικρά· τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλʼ εἰς τὸ νῦν μὴ ὄν. —οὐκέτι οὖν ἔσομαι; —οὐκ ἔσει· ἀλλʼ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλʼ ὅτε ὁ κόσμος χρείαν ἔσχεν. διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τʼ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ. ἔτι μʼ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. ἀλλʼ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, διʼ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι. πῶς ἀπέρχῃ; πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων.