Ancient Greek
3.99 to 3.108
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.99-2-108
Not analysed yet
μέχρι δʼ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω. ποῦ δέ μʼ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο. ἄν μʼ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλʼ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν· οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλʼ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις. ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθʼ ὧν εἰμί. ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω· ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν· περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι; καὶ πάλιν ἄλλῳ προσελθεῖν καὶ ἄλλῳ. εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον. μέγα γὰρ ἐπὶ πάντων τὸ ᾔδειν θνητὸν γεγεννηκώς. οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ᾔδειν θνητὸς ὤν, ᾔδειν ἀποδημητικὸς ὤν, ᾔδειν ἔκβλητος ὤν, ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν. εἶτʼ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν· τί οὖν πρὸς ἐμέ; εἶτα τὸ κυριώτατον τίς δʼ αὐτὸ καὶ ἐπιπέπομφεν; ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. δὸς οὖν αὐτό· δεῖ γάρ με ἀεὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί. εἶθʼ ὅταν σε ἡ φαντασία δάκνῃ (τοῦτο γὰρ οὐκ ἐπὶ σοί), ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει.