Ancient Greek
4.1 to 4.4
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-6-4
Not analysed yet
τί ποιεῖ φοβερὸν τὸν τύραννον; —οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας. —διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον; ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπʼ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπʼ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; —θέλει γὰρ τοῦτο, διʼ ὃ φοβεροί εἰσιν. —ἂν οὖν τις μήτʼ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλʼ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν;