Ancient Greek
Book 4, περὶ ἀφοβίας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.5-2
Not analysed yet
—οὐδέν. —ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖ διακείμενος, ὥστʼ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν, ἀλλʼ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δʼ οὐ πεφρόντικεν, οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρʼ οὐδὲν ᾖ πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται· ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν;