Ancient Greek
Book 4, περὶ ἐλευθερίας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.47
Not analysed yet
ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτι παῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ· οὐκ οἶδας, οἷα πάσχω τάλας· οὐδʼ ὕπνος ἐπέρχεταί μοι, ἀλλʼ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν· εἶτα ταραχαί, εἶτα φροντίδες.