Ancient Greek
Book 4, περὶ ἐλευθερίας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.48
Not analysed yet
ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει· ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλʼ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον.