Ancient Greek
101.34
Epicurus, Deperditorum Librorum Reliquiae 101.34
Unproofread scanNot analysed yet
ποργμοῖς BHPQ ἐσπαρμένοις Gf, γρ P² mg |τότε f 69 φύσεις δοξαστέον (οὐ γὰρ δυνατόν ἐπινοῆσαι τοῦτο), οὔτε ὅλως ὡς οὐκ εἰσίν, οὔθ’ ὡς ἕτερ’ ἃττα προσυπάρχοντα τούτῳ ἀσώματα, οὔθ’ ὡς μόρια τούτου, ἀλλ’ ὡς τὸ ὅλον σῶμα καθόλου μὲν τούτων πάντων τὴν ἑαυτοῦ φύ- 5 σιν ἔχον ἀίδιον, οὐχ οἷον δ’ εἶναι συμπεφορημένον (ὥσπερ ὅταν ἐξ αὐτῶν τῶν ὀγκῶν μείζον ἄθροισμα συστη ἤτοι τῶν πρώτων ἢ τῶν τοῦ ὅλου μερῶν τοῦδε τινὸς ἐλαττόνων), ἀλλὰ μόνον, ὡς λέγω, ἐκ τούτων ἀπάντων τὴν ἑαυτοῦ φύσιν ἔχον ἀίδιον. καὶ ἐπιβολὰς μὲν ἔχοντα ἰδίας 10 πάντα ταῦτά ἐστι καὶ διαλήψεις, συμπαρακολουθοῦντος δὲ τοῦ ἀθροῦ καὶ οὐδαμῇ ἀποσχιζόμενα, ἀλλὰ κατὰ τὴν ἀθρόαν ἔννοιαν τοῦ σώματος κατηγορίαν εἰληφότα.