Ancient Greek
115.1
Epicurus, Deperditorum Librorum Reliquiae 115.1
Unproofread scanNot analysed yet
Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ με- 86 τεώρων γνώσεως εἴ τε κατὰ συναφὴν λεγομένων εἴ τε αὐτοτελῶς νομίζειν εἶναι ἢ περ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθά περ καὶ ἐπὶ τῶν λοιπῶν. Μὴτε τὸ ἀδύνατον καὶ παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σώματα καὶ ἀναφῆς φύσις ἐστὶν ἢ ὅτι ἄτομα στοιχεία, καὶ πάντα τὰ τοιαῦτα ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν· ὁ περ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρ- 10 χει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσει σύμφωνον κατηγορίαν. οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλ’ ὡς τὰ φαινόμενα ἐκκαλεῖται· οὐ γὰρ 87 ἤδη ἀλογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, 15 ἀλλὰ τοῦ ἀθόρυβως ἡμᾶς ζῆν. πάντα μὲν οὖν γίνεται ἀσείστως καὶ πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογοῦμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ· ὅταν δὲ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὄν τῷ 20 φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογήματος, ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ. σημεῖα δ’ ἐπὶ τῶν