Ancient Greek
116.2
Epicurus, Deperditorum Librorum Reliquiae 116.2
Unproofread scanNot analysed yet
Κόσμος ἐστὶ περιοχὴ τις οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ λήγουσα ἢ ἐν περιεχομένῳ ἢ ἐν 10 στάσιν ἔχοντι καὶ στρογγύλῃ ἢ τρίγωνον ἢ οἷαν δή ποτε περιγραφὴν. πανταχῶς γὰρ ἐνδέχεται· τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ τῷδε τῷ κόσμῳ, ἐν ᾧ 89 λῆγον οὐκ ἔστι καταλαβεῖν. Ὅτι δὲ καὶ τοιούτοι κόσμοι εἰσὶν ἀπειροὶ τὸ πλῆθος, ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ 15 τοιούτος δύναται κόσμος γίνεσθαι καὶ ἐν κόσμῳ καὶ μετακοσμῷ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα, ἐν πολυκενῷ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθά