Ancient Greek
120.1
Epicurus, Deperditorum Librorum Reliquiae 120.1
Unproofread scanNot analysed yet
στροφὴν τοῦ σώματος τούτου δύναίτ' ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἐπὶ τε καὶ κατ' ἐπιπροσθετήσεις καὶ κατὰ πάντας τρόπους, καθ' οὓς καὶ τὰ παρ' ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τούτου τοῦ εἴδους 5 ἀποδόσεις, ἐὰν μὴ τις τὸν μοναχὴν τρόπον καταγαπηκῶς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζη, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρήσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτο ἀδύνατα θεωρεῖν ἐπιθυμῶν. Ἔτι τε ἐνδέχεται τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου. 95 καὶ γὰρ παρ' ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφ' ἑτέρων. καὶ οὐδὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐὰν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχη καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῆ καὶ μὴ ἀναβλέπων εἰς 15 τὰ ἀνακόλουθα ταῦτ' ὀγκοὶ ματαιῶς καὶ καταρρέτη ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον. Ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατ' ἐπιπροσθέτησιν, καὶ ὅσοι ποτ' ἂν τρόποι θεωροῦντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτη- 96 μένοι. ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην