Ancient Greek
126.2
Epicurus, Deperditorum Librorum Reliquiae 126.2
Unproofread scanNot analysed yet
Πρηστήρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεςιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ῥυσθέντος καὶ διὰ τοῦ πνεύματος κύκλῳ φερομέ- 10 νου, ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ῥυθύντος τοῦ ἐκτὸς πνεύματος· καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν· καὶ ῥύσεως πολλῆς· πνευμάτων γενομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρύηναι διὰ τὴν πέριξ τοῦ ἀέρος πίλησιν. 105 καὶ ἕως μὲν τῆς τοῦ πρηστήρος καθεμένου στρόβιλοι γίγνονται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται.