Ancient Greek
133.1
Epicurus, Deperditorum Librorum Reliquiae 133.1
Unproofread scanNot analysed yet
Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν καὶ παρὰ μέρος κατὰ παράτριψιν νεφῶν δύνανται συντελεῖσθαι καὶ πυρὸς ἐκπτωσιν οὐ ἂν ἡ ἐκπνευμάτωσις γένηται, καθά περ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν· καὶ κατὰ σύνοδον δὲ ἀτόμων 115 πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κίνησιν οὐ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται· καὶ κατὰ πνεύματος δὲ συλλογὴν ἐν πυκνώμασί τισιν ὀμιχλοειδέσι καὶ ἐκπύρωσιν τούτω διὰ τὴν κατεῖλησιν, εἴτ᾽ ἐπέκρησιν τῶν περιεχόντων, καὶ ἐφ᾽ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φοράς, εἰς τοῦτον φερομένου. καὶ ἄλλοι δὲ τρόποι εἰς τὸ τοῦτο τελέσαι ἀνύσιμοί εἰσιν.