Ancient Greek
134.1
Epicurus, Deperditorum Librorum Reliquiae 134.1
Unproofread scanNot analysed yet
Ταῦτα δὴ πάντα, Πυθόκλεις, μνημόνευσον· κατὰ πολὺ τε γὰρ τοῦ μύθου ἐκβῆση καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήση. μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, 5 ἔτι δὲ κριτηρίων καὶ παθῶν, καὶ οὐ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα. ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥαδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει. οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ἢ μάλιστα οὐτ’ αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὐ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα 10 περιεποιήσαντο.