Ancient Greek
138.1
Epicurus, Deperditorum Librorum Reliquiae 138.1
Unproofread scanNot analysed yet
ΕΠΙΚΟΥΡΟΣ ΜΕΝΟΙΚΕΙ ΧΑΙΡΕΙΝ 122 Μῆτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μῆτε γέρων ὑπάρχων κοπίᾳτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδεὶς ἐστὶν οὔτε πᾶρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ἢ παρεληλυθέναι τὴν ὥραν ὁμοίός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτ’ εἶναι. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγενομένων, τῷ δὲ ὅπως νέος ἄμα καὶ παλαιὸς ἢ διὰ τὴν ἀφοδίαν τῶν μελλόντων. μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἰ περ παρούσης μὲν αὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν.