Ancient Greek
139.29
Epicurus, Deperditorum Librorum Reliquiae 139.29
Unproofread scanNot analysed yet
ἔτεσιν . . . νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω. expectes γάρ ἐστιν ἐν τῷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρὼν, ἀλλ’ ὅτι λυπεῖ μέλλων. ὁ γὰρ παρὼν οὐκ ἐνοχλεῖ, προσδοκῶ-μενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς, ἐπειδή περ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν· ὅταν δ’ ὁ θάνατος παρῇ, τοῦθ’ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντας ἐστὶν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδή περ περὶ οὓς μὲν οὐκ ἔστιν, οἱ δ’ οὐκέτι εἰσίν. Ἄλλ’ οἱ πολλοὶ τὸν θάνα-τον ὅτε μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν, ὅτε δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν αἱροῦνται. ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν> οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζεται κακὸν εἶναι τι τὸ μὴ ζῆν. ὥσπερ δὲ σιτίον οὐ τὸ πλεῖον πάν-τως ἀλλὰ τὸ ἥδιον αἱρεῖται, οὕτω καὶ χρόνον οὐ τὸν μή-κιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται. Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν, τὸν δὲ γέροντα καλῶς κατα-στρέφειν εὐήθης ἐστὶν οὐ μόνον διὰ τὴς ζωῆς ἀσπα-στόν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν εἶναι μελέτην τοῦ κα-λῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνήσκειν. πολὺ δὲ χεῖρον καὶ ὁ λέγων καλὸν μὲν μὴ φύναι, φύντα δ’ ὅπως ὡκίστα πύλας ’Αἴδου περιῆσαι.