Ancient Greek
145.1 to 145.2
Epicurus, Deperditorum Librorum Reliquiae 145.1-2
Unproofread scanNot analysed yet
ἢ κακῶν ὑπὸ ταύτης χορηνεῖσθαι), κρεῖττον εἶναι νομί- 135 ζοντος εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν (βέλτιστον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν ὀρθωθῆναι διὰ ταύτην). Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σε- 5 αὐτὸν ἡμέρας καὶ νυκτὸς πρὸς τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθῆση, ζήσεις δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῷῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.