Ancient Greek
148.1
Epicurus, Deperditorum Librorum Reliquiae 148.1
Unproofread scanNot analysed yet
[ὅ δὲ κατὰ?] τὰ περὶ τῶ[ν] τετ[τ]άρω[ν κεί]με[ν]α λέγεται, τὸ τὴν [διάλ]ψιν τὴν περὶ τῶν κυρ[ιωτάτ]ων καὶ τὴν μνήμην [πολ]λὰ συμβάλλεσθαι π[ρ]ὸς τὰ[ς] ὀρθὰς αἱρέσεις καὶ φ[υ]γὰς, ἀντ’ ἱσοῦ τίθεμεν οὐ καθάπ[ε]ρ ἐξεδέξαντό τινες ἀγροϊκῶς, τῷι τινὰς ἀναφέρ[ε]σθαι τῶν αἱρέσεων καὶ φυ]- γῶν ἐπὶ τὰς περὶ τούτων ἀταραξίας, ἀλλὰ τῷι κ[α]τορθοῦσθαι μὲν αὐτὰς τοῖς τέλεσι τοῖς τῆς φύσεως παραμετ[ρ]οῦντων, πολλὰ δὲ [τ]ῶν [κα]τὰ 148. παρέ[στω] μόνο[ν] ἡ τετραφάρ[μα]κος· ἄφοβον ὁ θεός, ἀναίσθητον ὁ θάνατος, καὶ τἀγαθὸν μὲν εὐκτη[τον], τὸ δὲ δεινὸν εὐεκ[αρ]τέρητον.