Ancient Greek
149.1
Epicurus, Deperditorum Librorum Reliquiae 149.1
Unproofread scanNot analysed yet
PLVTARCHVS adu. Coloten 31 p. 1125° τὴν πρώτην κῶν κυριωτάτων δοξῶν [sent. I] προσλαβόντες εὐθὺς ἀνατρέπουσιν (τὴν πολιτείαν). LVCIVS Alexandri c. 47 ἐν γοῦν καὶ γελοιώτατον ἐποίησεν ὁ Ἀλέξανδρος· εὐρὼν γὰρ τὰς Ἐπικούρου Κυρίας δόξας, τὸ κάλλιστον ὡς οἶσθα τῶν βιβλίων καὶ κεφαλαιωδῶς περιέχον τῆς τάνδρὸς σοφίας τὰ δόγματα, κομίσας εἰς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων . . . . . ,οὐδ’ εἰδὼς ὁ κατάρατος ὧσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυγχάνουσιν αἴτιον γίγνεται καὶ ὧσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται, δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττων καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν, νοῦν δὲ καὶ ἀλήθειαν ἐντιθέν καὶ καθαίρον ὡς ἀληθῶς τὰς γνώμας οὐχὶ δαδὶ καὶ σκίλη καὶ ταῖς τοιαύταις φλυαρίαις, ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παρρησίᾳ.