Ancient Greek
149.6
Epicurus, Deperditorum Librorum Reliquiae 149.6
Unproofread scanNot analysed yet
AELIANVS de providentia fr. 61 (Suid. u. Ἐπίκουρος et κλάειν) εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου Δόξας ὡς ἐκεῖνοι Κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα. ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. **ταύτας δὲ τὰς θρυλούμενας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀρισταμένας **ἐκ τούτων γίνεσθαι ἄερα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς συγκρίσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι εἰς ἀτόμους. φέρεσθαι δὲ εἰκῇ τὰ πάντα καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκτὸς προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα. . . . . . . ὁ δὲ Θύσας Ἐπικούρῳ καὶ Δόξαις ταῖς ἐκεῖνου κλάειν ἔλεγε.