Ancient Greek
152.2 to 153.24
Epicurus, Deperditorum Librorum Reliquiae 152.2-153.24
Unproofread scanNot analysed yet
VIII Οὐδεμία ἡδονὴ καθ’ ἑαυτὸ κακόν· ἀλλὰ τὰ τινῶν ἡδονῶν ποιητικὰ πολλαπλασίους ἐπιφέρει τὰς ὀχλήσεις τῶν ἡδονῶν. 142 IX Εἰ κατεπυκνοῦτο πᾶσα ἡδονὴ καὶ χρόνῳ καὶ περὶ ὅλον τὸ ἄθροισμα ὑπῆρχεν ἢ τὰ κυριωτάτα μέρη τῆς φύσεως, οὐκ ἂν ποτε διέφερον ἀλλήλων αἱ ἡδοναί. X Εἰ τὰ ποιητικὰ τῶν περὶ τοὺς ἀσώτους ἡδονῶν ἔλυε τοὺς φόβους τῆς διανοίας τοὺς τε περὶ μετεώρων καὶ θανάτου καὶ ἀλγηδόνων, ἔτι τε τὸ πέρας τῶν ἐπιθυμιῶν ἐδίδασκεν, οὐκ ἂν ποτε εἴχομεν ὅ τι ἐμεμψάμεθα αὐτοῖς, πανταχόθεν ἐκπληρουμένοις τῶν ἡδονῶν καὶ οὐδαμόθεν οὔτε τὸ ἀλγοῦν οὔτε τὸ λυπούμενον ἔχουσιν, ὁ περ ἐστὶ τὸ κακόν. XI Εἰ μηδὲν ἡμᾶς αἱ τῶν μετεώρων ὑποψίαι ἠνῴχλουν καὶ αἱ περὶ θανάτου, μὴ ποτε πρὸς ἡμᾶς ἢ τι, ἔτι τε τὸ μὴ κατανοεῖν τοὺς ὄρους τῶν ἀληθῶν καὶ τῶν ἐπιθυ- μιῶν, οὐκ ἂν προσεδεόμεθα φυσιολογίας. XII Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων 143 μὴ κατειδότα τίς ἢ τοῦ σύμπαντος φύσις, ἀλλ’ ὑποπτευό- μενόν τι τῶν κατὰ τοὺς μύθους. ὥστε οὐκ ἦν ἄνευ φυ- σιολογίας ἄκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν. XIII Οὐδὲν ὠφελος ἦν τὴν κατ’ ἀνθρώπους ἀσφάλειαν κατασκευάζεσθαι τῶν ἄνωθεν ὑπόπτων καθεστώτων καὶ τῶν ὑπὸ γῆς καὶ ἀπλῶς τῶν ἐν τῷ ἀπείρῳ. XIV Τῆς ἀσφαλείας τῆς ἐξ ἀνθρώπων γενομένης μέχρι τινὸς δυνάμει τινὶ ἐξεριστικὴ καὶ εὐπορία εἰλικρινεστάτη γίνεται ἢ ἐκ τῆς ἡσυχίας καὶ ἐκχωρήσεως τῶν πολλῶν ἀσφάλεια. XV Ὁ τῆς φύσεως πλοῦτος καὶ ὡρίστα καὶ εὐποριστός 144 ἔστιν· ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει. XVI Βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ de philol. 1877 t. I p. 85. 200: τετόλμηκα (τετολμηκὰ B τ+τό+μηκα τὸν B |φυσιολογίας P¹ ||7 ἄκεραίους F ἄκεραίας f ||8 οὐδὲν B? |ὠφελος F ὠφαλὸς H |κατ’ BFf: κατὰ HPQ |ἀσφάλειαν P ||9 κα- θεστώτων f ||10 τῶν ἐν τῷ· ἀπείρῳ] τῶν ἀπείρων τῶν ὑπὸ cum ρειστικὴ H ἐξεριστικὴ P²f ἐξαιριστικὴ P¹Q ἐξοριστικὴ B. conicias