Ancient Greek
182.4
Epicurus, Deperditorum Librorum Reliquiae 182.4
Unproofread scanNot analysed yet
PLVTARCHVS contra Epicuri beatitudinem 21 p. 1102b ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις οὐδὲν δεόμενος διὰ φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δὲ ἀπεισι λέγων τὸ Μενάνδρειον ‘ἕθουν οὐ προσέχουσιν οὐδὲν μοι θεοῖς’· οὕτω γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ φθονεῖν μηδ’ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροὶ πράττοντας, αὐτοὺς δυσχεραίνοντας. . . . . . ἢ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίας καὶ τελεταῖς ὁμιλεῖν, μηθὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἰ γε διὰ φόβον τὰ αὐτὰ δρῶσιν, οὐδ’ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοῖς πολλοῖς παραλογιζόμενοι καὶ φενακίζοντες· ἐφ’ οὓς καὶ τὰ περὶ θεῶν καὶ ὁσιότητος αὐτοῖς βιβλία συντέτακται ‘ἐλίκτὰ καὶ οὐδὲν ὑγιῆς ἀλλὰ πᾶν περίε’ ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ὅς ἔχουσι δόξας.