Ancient Greek
184.4
Epicurus, Deperditorum Librorum Reliquiae 184.4
Unproofread scanNot analysed yet
36 LAERTIVS DIOG. x 31 τὴν διαλεκτικὴν ὡς παρελκοῦσαν ἀπο-δοκιμάζουσιν· ἀρκεῖν γὰρ τοὺς φυσικοὺς χωρεῖν κατὰ τὰς τῶν πραγμάτων φθοῦργους. ἐν τοίνυν τῷ Κανόνι . . . . . πάθη [fr. 35]. . . . . Πᾶσα γάρ, φησίν, αἴσθησις ἀλόγος ἐστὶ καὶ μνήμης οὐδεμίας δεκτική· οὔτε γὰρ ὑφ’ αὑτῆς κινεῖται οὔτε ὑφ’ ἑτέρου κινηθεῖσα δύναται τι προσθεῖναι ἢ ἀφελεῖν. οὐδὲ ἐστὶ τὸ δυνάμενον αὐτὰς διελέξαι· οὔτε γὰρ ἡ ὁμογένεια αἴσθησις τὴν ὁμογενῆ, διὰ τὴν ἰσοσθένειαν· οὔθ’ ἡ ἀνομογένεια τὴν ἀνομογένειαν, οὐ γὰρ τῶν αὐτῶν εἰσὶ κριτικαί· οὔτε μὴν λόγος, πᾶς γὰρ λόγος ἀπὸ τῶν αἰ-σθήσεων ἥρτηται· οὔθ’ ἡ ἑτέρα τὴν ἑτέραν, πάσαις γὰρ προσέχο-μεν. καὶ τὸ τὰ ἐπαισθήματα δὲ ὑφεστάναι πιστοῦται τὴν τῶν αἰσθήσεων ἀλήθειαν· ὑφέστηκε δὲ τὸ τε ὁρᾶν ἡμᾶς καὶ ἀκούειν ὡςπερ τὸ ἀλγεῖν. ὅθεν καὶ περὶ τῶν ἀδύλων ἀπὸ τῶν φαινομένων χρή σημειοῦσθαι. καὶ γὰρ καὶ ἐπίνοιαι πᾶσαι ἀπὸ τῶν αἰσθήσεων γεγόνασι κατὰ τε περίπτωσιν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ