Ancient Greek
195.5
Epicurus, Deperditorum Librorum Reliquiae 195.5
Unproofread scanNot analysed yet
διὸ δὴ καθόλου μὲν οὐ ῥητέον τὸν οἶνον εἶναι θερμαντικόν, τῆς δὲ τοιαύτης φύσεως καὶ τῆς οὕτω διακειμένης θερμαντικὸν τὸν τοσοῦτον, ἢ τῆσδε τὸν τοσοῦτον εἶναι ψυκτικόν. ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροί- 15 σματι φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίῃ ἢ αἱ γε ἑτέραις παραζυγείσαι ψυχρασίας φύσιν ἀποτελέσειαν· ὅθεν ἐξἀπατῶμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον, οἱ δὲ θερμαντικόν.