Ancient Greek
202.2 to 203.5
Epicurus, Deperditorum Librorum Reliquiae 202.2-203.5
Unproofread scanNot analysed yet
τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτό- τροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἔατέον. φησὶ τιμητέον . . . . . . ἔατέον, σαφῶς ὑπουργὸν ποιῶν ἐν τού- τοις τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαινὴς τάξιν ἐπέχουσαν. VII p. 280b (κἂν τῷ Περὶ τέλους δὲ φησιν οὕτω πως —fr. 67) καὶ προελθὼν φησὶ λέγων τιμητέον . . . . . . ἔατέον. ἔξεπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, τῆς βασιλικῆς ἐξελθὼν αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὢν· καὶ ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. τῶν περὶ] Τιμοκρ[άτους]. Γ 73 LAERTIVS DIOG. X 23 γέγονε δὲ (Μητρόδωρος) ἀγαθὸς πάντα, καθὰ καὶ Ἐπίκουρος ἐν προηγουμέναις γραφαῖς μαρτυρεῖ καὶ ἐν τῷ τρίτῳ Τιμοκράτους. XLVII ΠΕΡΙ ΦΑΝΤΑΣΙΑΣ XLVIII ΠΕΡΙ ΦΥΣΕΩΣ ΛΖ LAERTIVS Diog. x 30 τὸ δὲ φυσικὸν (ἔχει) τὴν περὶ φύσεως θεωρίαν πᾶσαν καὶ ἐστὶν ἐν ταῖς Περὶ φύσεως βίβλοις ΛΖ καὶ ταῖς ἐπιστολαῖς κατὰ στοιχεῖον. ibid. 7 ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως [fr. 93]. EPICVRVS ep. I 35 τοῖς μὴ δυναμένοις ἕκαστα τῶν περὶ φύ-σεως ἀναγεγραμμένων ἡμῖν ἐξακριβοῦν μηδὲ τὰς μείζους τῶν συν-τεταγμένων βύβλους διαθρεῖν —. ep. II 84 τὰ γὰρ ἐν ἄλλοις ἡμῖν (περὶ τῶν μετεώρων) γεγραμμένα δυσμνημόνευτα εἶναι, καὶ τοι, ὡς ἔφη, συνεχῶς αὐτὰ βασιάζοντι. 91 ὁ περ ἐν τοῖς Περὶ φύσεως βυβλίοις δείκνυμεν.