Ancient Greek
217.5
Epicurus, Deperditorum Librorum Reliquiae 217.5
Unproofread scanNot analysed yet
12 ΠΡΟΣ ΔΩΣΙΘΕΟΝ PLVTARCHVS contra Epicuri beatitudinem 20 p. 1101ᵃ ἐκείν μοι δοκῶ λήψεσθαι παρ᾽ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναιροῦσι λύπας 15 καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταίς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ἀφ᾽ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης, διό᾽πᾶσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νῆ Δία λιπαίνειν τοὺς ὀφθαλ- 20 μούς καὶ τῆκεσθαι, καὶ ὅσα δὴ παθαινομένοις γράφοντες ὑγροὶ τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνакτος τελευτῆς πρὸς Δωσίθεον γράφων τὸν πατέρα καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκóτος. ἐναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστο- 25 λὰς διῆλθον αὐτοῦ.