Ancient Greek
233.17
Epicurus, Deperditorum Librorum Reliquiae 233.17
Unproofread scanNot analysed yet
τῆς σῆς φρενὸς ὄντα[ς οὐ]κ ἀρέσκευμα μ[ό]νον πο **. 178 PLVTARCHVS contra Epicuri beatitudinem 18 p. 1100a καὶ μὴν ἀπὸ δόξης γίνεσθαι τὰς ἡδονὰς Ἐπίκουρος ὡμολόγει· τί δ’ οὐκ ἔμελλεν αὐτὸς οὕτω σπαργῶν περιμανῶς καὶ σφαδάζων πρὸς δόξαν ὥστε . . . . γράφειν, ὡς Κωλῶτης μὲν αὐτὸν φυσιολογοῦντα προσκυνήσειεν γονάτων ἁψάμενος, Νεοκλῆς δὲ ὁ ἀδελφὸς εὐθὺς ἐκ παίδων ἀποφαίνοιτο μηδένα σοφώτερον Ἐπικούρου γεγονέναι μηδ’ εἶναι, ἡ δὲ μήτηρ ἀτόμους ἔσχεν ἐν αὐτῇ τοσαύτας, οἷαι συνελθοῦσαι σοφὸν ἂν ἐρέγνησαν; Idem ib. 19 p. 1100c οὐ γὰρ ἂν τινὰ πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν Κωλώτου προσκύνησιν ἐν τοσοῦτῳ λόγῳ τιθέμενος καὶ ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμπίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε κτλ.