Ancient Greek
245.21
Epicurus, Deperditorum Librorum Reliquiae 245.21
Unproofread scanNot analysed yet
ταγειτνιῶντος· συντελείτωσαν δὲ καὶ τὴν τῶν ἀδελφῶν ἡμέραν νος καθά περ καὶ ἡμεῖς s ||12 μεταγειτνιῶνος B μεταγειτνιῶν- Ἄμυνόμαχος καὶ Τιμοκράτης τοῦ υἱοῦ τοῦ Μητροδώρου Ἐπικούρου καὶ τοῦ υἱοῦ τοῦ Πολυαίνου, φιλοσοφούντων αὐτῶν καὶ συζῶντων μεθ᾽ Ἑρμάρχου. ὡσαύτως δὲ τῆς θυγατρὸς τῆς Μητροδώρου τὴν ἐπιμέλειαν ποιεῖσθωσαν, καὶ εἰς ἡλικίαν ἐλθοῦσαν ἐκδότεσαν ᾧ ἂν. Ἑρμαρχος ἐληται τῶν φιλοσοφούντων μετ᾽ αὐτοῦ, οὕσης αὐτῆς εὐτάκτου καὶ πειθαρχούσης Ἑρμάρχῳ. δίδωτωσαν δὲ Ἄμυνόμαχος καὶ Τιμοκράτης ἐκ τῶν ὑπαρχουσῶν ἡμῖν προσόδων εἰς τροφὴν τούτοις, ὅ τι ἂν αὐτοῖς κατ᾽ ἔνιαυτὸν ἐπιδέχεσθαι δοκῇ σκοπουμένοις μεθ᾽ Ἑρμάρχου. Ποιεῖσθωσαν δὲ μεθ᾽ αὐτῶν καὶ Ἑρμαρχον κύριον τῶν προσόδων, ἵνα μετὰ τοῦ συγκαταγεγρακότος ἡμῖν ἐν φιλοσοφίᾳ καὶ καταλειμμένου ἡγεμόνος τῶν συμφιλοσοφούντων ἡμῖν ἕκαστα γίνηται. Τὴν δὲ προῖκα τῷ θῆλει παιδίῳ, ἐπειδὰν εἰς ἡλικίαν ἔλῃ, μερισάτωσαν Ἄμυνόμαχος καὶ Τιμοκράτης, ὅσον ἂν ἐπιδέχηται ἀπὸ τῶν ὑπαρχόντων ἀφαιρούντες μετὰ τῆς Ἑρμάρχου γνώμης. ἐπιμελείσθωσαν δὲ καὶ Νικάνορος, καθά περ καὶ ἡμεῖς, ἵν᾽ ὅσοι τῶν φιλοσοφούντων ἡμῖν χρείαν ἐν τοῖς ἰδίοις παρεσχημένοι καὶ τὴν πάσαν οἰκειότητα ἐνδεδειγμένοι συγκαταγράσκειν μεθ᾽ ἡμῶν