Ancient Greek
251.5
Epicurus, Deperditorum Librorum Reliquiae 251.5
Unproofread scanNot analysed yet
Proclus in Platonis rem publicam p. 382 Bas. καὶ πρὸ τῶν ἄλλων, ὅσα περὶ τῶν ἐν Ἀἴδου διαμυθολογῶν ὁ ποιητὴς ἀνεφθέγξατο ἢ αὐτὸς λέγων ἢ ἄλλῳ λέγοντι χρώμενος, διασκοπήσωμεν, ὅπη ἄρα ἀληθείας ἔχεται τινος καὶ ταῖς Πλάτωνος ὑφηγήσει προσήκοντα φαίνεται. . . . ἀλλὰ τὰ ἐν ταύτῃ τῇ πραγματείᾳ γεγραμμένα πρὸς τῷ τέλει, πῶς οὐ τῆς αὐτῆς ἐστὶ διανοίας τῇ Ὀμηρικῇ ποιήσει . . . ; τί γὰρ ἐν τούτοις ἀπολείπεται τῆς μερίστης τραγωδίας; ὥστε ὁ αὐτὸς λόγος καὶ ταῦτα ἐκβάλλειν ἢ μηδὲ τὴν Ὀμηρικὴν αἰτιάσθαι διδασκαλίαν. λέγωμεν τοίνυν ἐπ’ ἀμφοτέρων, εἰ τε τῶν Ἐπικούρειων τις ἐγκαλεῖν ἐπιχειροῖ τοῖς τοιούτοις μύθοις εἰ τε καὶ ἄλλος τις, ὅτι κτλ.